ΧΡΟΝΙΑ ΠΟΛΛΑ, ΦΩΤΙΣΜΕΝΑ, ΑΓΙΑΣΜΕΝΑ!

Σήμερον ἡ κτίσις φωτίζεται, σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντες τόν Ἰωάννην, πῶς βαπτίζει Κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
ΤΡΟΠΑΡΙΟΝ ΤΗΣ ΛΙΤΗΣ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ 
 

Δημοσίευση σχολίου

Νεότερη Παλαιότερη

Recent in Technology