f

Panel

Τρίτη, 17 Μαρτίου 2020

Χαιρετισμοί μαζί με το μικρό Απόδειπνο

Χαιρετισμοί της Θεοτόκου μαζί με το Μικρό Απόδειπνο

Δι' ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.

Δόξα Σοι, ο Θεός ημών, δόξα Σοι.
Βασιλεύ Ουράνιε, Παράκλητε, το Πνεύμα της Αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τας ψυχάς ημών.
Το Τρισάγιον
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς. (Τρις).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι τας ασθαινείας ημών, ένεκεν του ονόματός Σου. Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Κύριε, ελέησον ιβ' (12).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Αυτώ Χριστώ τω Βασιλεί και Θεώ ημών.
Ψαλμός Ν' (50)
Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις Σου, και νικήσης εν τω κρίνεσθαί Σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν Σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου Σου, και το Πνεύμα Σου το Αγιον μη αντανέλης απ'εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου Σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς Σου, και ασεβείς επί Σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην Σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ, πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία Σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.
Ψαλμός ΞΘ' (69)
Ο Θεός εις την βοήθειάν μου πρόσχες, Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου. Αποστραφήτωσαν εις τα οπίσω, και καταισχυνθήτωσαν οι βουλόμενοί μοι κακά. Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι, οι λέγοντές μοι: Εύγε, εύγε. Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί Σοί, πάντες οι ζητούντες σε, ο Θεός. Και λεγέτωσαν δια παντός. Μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριόν Σου. Εγώ δε πτωχός ειμί και πένης, ο Θεός, βοήθησόν μοι. Βοηθός μου, και ρύστης μου ει Συ, κύριε, μη χρονίσης.
Ψαλμός ΡΜΒ' (142)
Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία Σου, εισάκουσόν μου εν τη δικαιοσύνη Σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασεν επ'εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις Σου, εν ποιήμασιν των χειρών Σου εμελέτων. Διεπέτασα προς Σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν Σου απ'εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός Σου, ότι επί Σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς Σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Το πνεύμα Σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός Σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη Σου, εξάξεις εκ θλίψεως την ψυχήν μου. Και εν τω ελέει Σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.
Δοξολογία Μικρά
Δόξα εν υψίστοις Θεώ, και επί γης ειρήνη, εν ανθρώποις ευδοκία. Υμνούμεν Σε, ευλογούμεν Σε, προσκυνούμεν Σε, δοξολογούμεν Σε, ευχαριστούμεν Σοι διά την μεγάλην Σου δόξαν. Κύριε Βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ. Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, και Αγιον Πνεύμα. Κύριε ο Θεός, ο αμνός του Θεού, ο Υιός του Πατρός, ο αίρων την αμαρτίαν του κόσμου, ελέησον ημάς, ο αίρων τας αμαρτίας του κόσμου. Πρόσδεξαι την δέησιν ημών, ο καθήμενος εκ δεξιών του Πατρός, και ελέησον ημάς. Ότι Συ ει μόνος Αγιος, Συ ει μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού, Πατρός. Αμήν. Καθ' εκάστην εσπέραν ευλογήσω Σε, και αινέσω το όνομά Σου εις τον αιώνα, και εις τον αιώνα του αιώνος. Κύριε, καταφυγή εγενήθης ημίν εν γενεά και γενεά. Εγώ είπα, Κύριε, ελέησόν με, ίασαι την ψυχήν μου ότι ήμαρτόν Σοι. Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Ότι παρά σοι πηγή ζωής, εν τω φωτί Σου οψόμεθα φως. Παράτεινον το έλεός Σου τοις γινώσκουσί Σε. Καταξίωσον, Κύριε, εν τη νυκτί ταύτη αναμαρτήτους φυλαχθήναι ημάς. Ευλογητός ει, Κύριε, ο Θεός των Πατέρων ημών, και αινετόν και δεδοξασμένον το όνομά Σου εις τους αιώνας. Αμήν. Γένοιτο, Κύριε, το έλεός Σου εφ' ημάς καθάπερ ηλπίσαμεν επί Σε. Ευλογητός ει, Κύριε, δίδαξόν με τα δικαιώματά Σου. Ευλογητός ει, Δέσποτα, συνέτισόν με τα δικαιώματά Σου. Ευλογητός ει Αγιε, φώτισόν με τοις δικαιώμασί Σου. Κύριε, το έλεός Σου εις τον αιώνα, τα έργα των χειρών Σου μη παρίδης. Σοι πρέπει αίνος, Σοι πρέπει ύμνος, Σοι δόξα πρέπει, τω Πατρί, και τω Υιώ, και τω Αγίω Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Το σύμβολον της πίστεως
Πιστεύω εις ένα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητήν ουρανού και γης, ορατών τε πάντων και αοράτων. Και εις ένα Κύριον Ιησούν Χριστόν, τον Υιόν του Θεού τον μονογενή, τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων. Φως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί, δι' ου τα πάντα εγένετο. Τον δι' ημάς τους ανθρώπους και δια την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών, και σαρκωθέντα εκ Πνεύματος Αγίου, και Μαρίας της Παρθένου, και ενανθρωπήσαντα. Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου, και παθόντα, και ταφέντα. Και αναστάντα τη τρίτη ημέρα κατά τας Γραφάς. Και ανελθόνται εις τους ουρανούς, και καθεζόμενον εκ δεξιών του Πατρός. Και πάλιν ερχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς, Ου της Βασιλείας ουκ έσται τέλος. Και εις το Πνεύμα το Αγιον, το Κύριον, το Ζωοποιόν, το εκ του Πατρός εκπορευόμενον, το συν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον, το λαλήσαν διά των Προφητών. Εις Μίαν, Αγία, Καθολικήν, και Αποστολικήν Εκκλησίαν. Ομολογώ έν Βάπτισμα εις άφεσιν αμαρτιών. Προσδοκώ Ανάστασιν νεκρών, και ζωήν του μέλλοντος αιώνος. Αμήν.
Αξιον εστίν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέρα των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, Σε μεγαλύνομεν.
 _________________________________

ΣΤΑΣΙΣ Α'
γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει·
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις·
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς·
Χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα·
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως·
Χαῖρε, δι΄ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι΄ ἧς βρεφουργειται ο Κτίστης·
Χαῖρε, νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πως λέγεις; κράζων· Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι. πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω·
Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵ χαῖρε͵ σιγῇ δεομένων πίστις·
Χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵ χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον·
Χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ Θεός· χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν·
Χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα·
Χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα· χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα·
Χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.

χουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε͵ βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε͵ καρποῦ ἀκηράτου κτῆμα·
Χαῖρε͵ γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε͵ φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα·
Χαῖρε͵ ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε͵ τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν·
Χαῖρε͵ ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε͵ ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις·
Χαῖρε͵ δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε͵ παντὸς τοῦ κόσμου ἐξίλασμα·
Χαῖρε͵ θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε͵ θνητῶν πρὸς Θεὸν παρρησία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν ἄμεμπτε· μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου ἔφη· Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Β'
῎Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·
Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε͵ αὐλὴ λογικῶν προβάτων·
Χαῖρε͵ ἀοράτων εχθρῶν ἀμυντήριον· χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον·
Χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι ουρανοῖς·
Χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος·
Χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα·
Χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούϊα.

δον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵ ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·
Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ· χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας·
χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε͵ τῆς Τριάδος τοὺς μύστας φωτίζουσα·
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε͵ Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν·
χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων·
χαῖρε͵ πυρὸς προσκύνησιν παύσασα· χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα·
χαῖρε͵ πιστων ὁδηγὲ σωφροσύνης· χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα͵ ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν͵ ἀφέντες τὸν Ἡρώδη ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης͵ Σωτήρ͵ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες εβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων·
Χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα·
Χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν·
Χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης·
Χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε͵ τρυφῆς ἁγίας διάκονε·
Χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας· χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος͵ ἐπεδόθης ὡς βρέφος αὐτῷ͵ ἀλλ΄ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Γ'
Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ΄ αὐτοῦ γενομένοις͵ ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην͵ ὥσπερ ἦν͵ ἄφθορον͵ ἱνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες·
Χαῖρε͵ τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε͵ τὸ στέφος τῆς ἐγκρατείας·
Χαῖρε͵ ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε͵ τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα·
Χαῖρε͵ δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί· χαῖρε͵ ξύλον εὐσκιόφυλλον͵ ὑφ΄ οὗ σκέπονται πολλοί·
Χαῖρε͵ κυοφοροῦσα οδηγόν πλανωμένοις· χαῖρε͵ ἀπογεννῶσα λυτρωτήν αιχμαλώτοις·
Χαῖρε͵ Κριτοῦ δικαίου δυσώπησις· χαῖρε͵ πολλῶν πταιόντων συγχώρησις·
Χαῖρε͵ στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε͵ στοργὴ πάντα πόθον νικῶσα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου͵ τὸν νοῦν εἰς οὐρανόν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος͵ βουλόμενος ἑλκυσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.

λος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ΄ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή͵ οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·
Χαῖρε͵ Θεοῦ ἀχωρήτου χώρα· χαῖρε͵ σεπτοῦ μυστηρίου θύρα·
Χαῖρε͵ τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε͵ τῶν πιστῶν ἀναμφίβολον καύχημα·
Χαῖρε͵ ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· χαῖρε͵ οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ·
Χαῖρε͵ ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε͵ ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα·
Χαῖρε͵ δι΄ ἧς ἐλύθη παράβασις· χαῖρε͵ δι΄ ἧς ἠνοίχθη παράδεισος·
Χαῖρε͵ ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε͵ ἐλπὶς ἀγαθῶν αἰωνίων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον͵ ἡμῖν μὲν συνδιάγοντα͵ ἀκούοντα δὲ παρὰ πάντων ούτως· Ἀλληλούϊα.

Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί͵ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν·
Χαῖρε͵ σοφίας Θεοῦ δοχεῖον· χαῖρε͵ προνοίας αὐτοῦ ταμεῖον·
Χαῖρε͵ φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε͵ τεχνολόγους ἀλόγους ἐλέγχουσα·
Χαῖρε͵ ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε͵ ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί·
Χαῖρε͵ τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε͵ τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα·
Χαῖρε͵ βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε͵ πολλοὺς ἐν γνώσει φωτίζουσα·
Χαῖρε͵ ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε͵ λιμὴν τῶν τοῦ βίου πλωτήρων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεὸς δι΄ ἡμᾶς ἐφάνη καθ΄ ἡμᾶς άνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει·  Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Δ'
Τεῖχος εἶ τῶν παρθένων͵ Θεοτόκε Παρθένε͵ καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε Ποιητής͵ ἄχραντε͵ οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντα σοι προσφωνεῖν διδάξας·
Χαῖρε͵ ἡ στήλη τῆς παρθενίας· χαῖρε͵ ἡ πύλη τῆς σωτηρίας·
Χαῖρε͵ ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε͵ χορηγὲ θεϊκῆς ἀγαθότητος·
Χαῖρε͵ σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε͵ σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν·
Χαῖρε͵ ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε͵ ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα·
Χαῖρε͵ παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε͵ πιστοὺς κυρίῳ ἁρμόζουσα·
Χαῖρε͵ καλὴ κουροτρόφε παρθένων· χαῖρε͵ ψυχῶν νυμφοστόλε ἁγίων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

μνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γαρ τη ψάμμω ᾠδὰς, ἂν προσφέρωμέν σοι͵ Βασιλεῦ ἅγιε͵ οὐδὲν τελοῦμεν ἄξιον͵ ὧν δέδωκας ημιν τοῖς σοὶ βοῶσιν· Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας͵ αὐγῇ τὸν νοῦν φωτίζουσα͵ κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε͵ ἀκτὶς νοητοῦ ἡλίου· χαῖρε͵ βολις τοῦ ἀδύτου φέγγους·
Χαῖρε͵ ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε͵ ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα·
Χαῖρε͵ ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε͵ ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν·
Χαῖρε͵ τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε͵ τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον·
Χαῖρε͵ λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε͵ κρατὴρ κιρνῶν ἀγαλλίασιν·
Χαῖρε͵ ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε͵ ζωὴ μυστικῆς εὐωχίας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων͵ ἐπεδήμησε δι΄ ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως· Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν Τόκον, ανυμνοῦμεν σε πάντες ὡς ἔμψυχον ναόν͵ Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν͵ ἐδόξασεν͵ ἐδίδαξε βοᾶν σοι πάντας·
Χαῖρε͵ σκηνὴ τοῦ θεοῦ καὶ Λόγου· χαῖρε͵ ἁγία ἁγίων μείζων·
Χαῖρε͵ κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι· χαῖρε͵ θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε·
Χαῖρε͵ τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε͵ καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν·
Χαῖρε͵ τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε͵ τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος·
Χαῖρε͵ δι΄ ἧς ἐγείρονται τρόπαια· χαῖρε͵ δι΄ ἧς ἐχθροὶ καταπίπτουσι·
Χαῖρε͵ φωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε ψυχῆς τῆς ἐμῆς σωτηρία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Πανύμνητε Μητερ͵ ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον (ἐκ γ´)͵ δεξαμένη τὴν νῦν προσφοράν͵ ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· 
Ἀλληλούϊα.

Τη ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.
_________________________________
Το Τρισάγιον
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς. (Τρις).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι τας ασθαινείας ημών, ένεκεν του ονόματός Σου. Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Κύριε, ελέησον μ' (40).
Ο εν παντί καιρώ και πάση ώρα, εν ουρανώ και επί γης προσκυνούμενος και δοξαζόμενος Χριστός ο Θεός, ο μακρόθυμος, ο πολυέλεος, ο πολυεύσπλαχνος, ο τους δικαίους αγαπών και τους αμαρτωλούς ελεών, ο πάντας καλών προς σωτηρίαν δια της επαγγελίας των μελλόντων αγαθών. Αυτός, Κύριε, πρόσδεξαι και ημών εν τη ώρα ταύτη τας εντεύξεις, και ίθυνον την ζωήν ημών προς τας εντολάς Σου. Τας ψυχάς ημών αγίασον, τα σώματα άγνισον, τους λογισμούς διόρθωσον, τας εννοίας κάθαρον, και ρύσαι ημάς από πάσης θλίψεως, κακών και οδύνης. Τείχισον ημάς αγίοις Σου αγγέλοις, ίνα τη παρεμβολή αυτών φρουρούμενοι και οδηγούμενοι, καταντήσωμεν εις την ενότητα της πίστεως και εις την επίγνωσιν της απροσίτου σου δόξης, ότι ευλογητός ει εις τους αιώνας των αιώνων. Αμήν.
Κύριε, ελέησον (τρις).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, Σε μεγαλύνομεν.
Κύριε, ελέησον ιβ' (12).
Και σώσον και βοήθησον ημάς, Παναγία Παρθένε.
Ευχή εις την Υπεραγίαν Θεοτόκον
Ασπιλε, Αμόλυντε, Αφθορε, Αχραντε, Αγνή Παρθένε, Θεόνυμφε Δέσποινα, η Θεόν Λόγον τοις ανθρώποις τη παραδόξω Σου κυήσει ενώσασα, και την απωσθείσαν φύσιν του γένους ημών τοις ουρανίοις συνάψασα. Η των απηλπισμένων μόνη ελπίς, και των πολεμουμένων βοήθεια. Η ετοίμη αντίληψις των εις Σε προστρεχόντων, και πάντων των Χριστιανών το καταφύγιον. Μη βδελύξη με τον αμαρτωλόν, τον εναγή, τον αισχροίς λογισμοίς, και λόγοις, και πράξεσιν όλον εμαυτόν αχρειώσαντα, και τη των ηδονών του βίου ραθυμία γνώμη δούλον γενόμενον. Αλλ'ως του Φιλανθρώπου Θεού Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι επ' εμοί τω αμαρτωλώ και ασώτω, και δέξαι μου την εκ ρυπαρών χειλέων προσφερομένην Σοι δέησιν, και τον Σον Υιόν, και ημών Δεσπότην και Κύριον, τη μητρική Σου παρρησία χρωμένη δυσώπησον, ίνα ανοίξη καμοί τα φιλάνθρωπα σπλάγχνα της Αυτού αγαθότητος, και, παριδών μου τα αναρίθμητα πταίσματα, επιστρέψη με προς μετάνοιαν, και των Αυτού εντολών εργάτην δόκιμον αναδείξη με. Και πάρεσό μοι αεί ως ελεήμων, και συμπαθής, και φιλάγαθος, εν μεν τω παρόντι βίω, θερμή προστάτις και βοηθός, τας των εναντίων εφόδους αποτειχίζουσα, και προς σωτηρίαν καθοδηγούσα με. Και εν τω καιρώ της εξόδου μου, την αθλίαν μου ψυχήν περιέπουσα, και τας σκοτεινάς όψεις των πονηρών δαιμόνων πόρρω αυτής απελαύνουσα. Εν δε τη φοωερά ημέρα της Κρίσεως, της αιωνίου με ρυομένη κολάσεως, και της απορρήτου δόξης του Σου Υιού και Θεού ημών κληρονόμον με αποδεικνύουσα. Ης και τύχοιμι, Δέσποινά μου, Υπεραγία Θεοτόκε, δια της Σης μεσιτείας και αντιλήψεως, χάριτι και φιλανθρωπία του Μονογενούς Σου Υιού, του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού. Ω πρέπει πάσα δόξα, τιμή και προσκύνησις, συν τω ανάρχω Αυτού Πατρί, και τω Παναγίω, και αγαθώ, και ζωοποιώ Αυτού Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
(Ευχή εις τον Κύριον ημών Ιησούν Χριστόν)
Και δος ημίν, Δέσποτα, προς ύπνον απιούσιν, ανάπαυσιν σώματος και ψυχής, και διαφύλαξον ημάς από τπυ ζοφερού ύπνου της αμαρτίας, και από πάσης σκοτεινής και νυκτερινής ηδυπαθείας. Παύσον τας ορμάς των παθών, σβέσον τα πεπυρωμένα βέλη του πονηρού, τα καθ' ημάς δολίως κινούμενα. Τας της σαρκός ημών επαναστάσεις κατάστειλον, και παν γεώδες και υλικόν ημών φρόνημα κοίμησον. Και δώρησαι ημίν, ο Θεός, γρήγορον νουν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ύπνον ελαφρόν, και πάσης σατανικής φαντασίας απηλλαγμένον. Διανάστησον δε ημάς εν τω καιρώ της προσευχής, εστηριγμένους εν ταις εντολαίς Σου, και την μνήμην των Σων κριμάτων εν εαυτοίς απαράθραυστον έχοντας. Παννύχιον ημίν την Σην δοξολογίαν χάρισαι εις το υμνείν, και ευλογείν, και δοξάζειν το πάντιμον και μεγαλοπρεπές όνομά Σου, του Πατρός, και του Υιού, και του Αγίου Πνεύματος, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Υπερένδοξε, αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν προσευχήν τω Υιώ Σου και Θεώ ημών, και αίτησαι, ίνα σώση δια Σου τας ψυχάς ημών.
Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το Αγιον, Τριάς Αγία, δόξα Σοι.
Την πάσαν ελπίδα μου εις Σε ανατίθημι, Μήτηρ του Θεού, φύλαξόν με υπό την σκέπην Σου.
Επί Σοι χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις, αγγέλων το σύστημα και ανθρώπων το γένος. Ηγιασμένε Ναέ και Παράδεισε λογικέ, Παρθενικόν καύχημα, εξ ης Θεός εσαρκώθη και παιδίον γέγονεν ο προ αιώνων υπάρχων Θεός ημών. Την γαρ Σην μήτραν θρόνον εποίησε και την Σην γαστέρα πλατυτέραν ουρανών απειργάσατο. Επι Σοι χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις, δόξα Σοι.
(Ευχή εις τον Αγγελον φύλακα της του ανθρώπου ζωής)
Αγιε Αγγελε, ο εφεστώς της αθλίας μου ψυχής και ταλαιπώρου μου ζωής, μη εγκαταλίπης με τον αμαρτωλόν, μηδέ αποστής απ'εμού δια την ακρασίαν μου. Μη δώης χώραν τω πονηρώ δαιμόνι κατακυριεύσαι μου τη καταδυναστεία του θνητού τούτου σώματος. Κράτησον της αθλίας και παρειμένης χειρός μου, και οδήγησόν με εις οδόν σωτηρίας. Ναι, Αγιε Αγγελε του Θεού, ο φύλαξ και σκεπαστής της αθλίας μου ψυχής και του σώματος, πάντα μοι συγχώρησον, όσα σοι έθλιψα πάσας τα ημέρας της ζωής μου, και ει τι ήμαρτον την σήμερον ημέραν. Σκέπασόν με εν τη παρούση νυκτί και διαφύλαξόν με από πάσης επηρείας του αντικειμένου, ίνα μη εν τινι αμαρτήματι παροργίσω τον Θεόν. Και πρέσβευε υπέρ εμού προς τον Κύριον, του επιστηρίξαι με εν τω φόβω Αυτού, και άξιον αναδείξαι με δούλον της Αυτού αγαθότητος. αμήν.
Θεοτόκε Παρθένε, χαίρε κεχαριτωμένη Μαρία, ο Κύριος μετά Σου. Ευλογημένη Συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας Σου, ότι Σωτήρα έτεκες, των ψυχών ημών. (τρις)
Δι' ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...

MHNYMA

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

Related Posts Plugin for WordPress, Blogger...